Antigone

Sophocles · ed. Francis Storr

Lines 988–1114

Open in workspace
Contents of this edition

Τειρεσίας Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.

Κρέων τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;

Τειρεσίας ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.

Κρέων οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.

Τειρεσίας τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.

Κρέων ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.

Τειρεσίας φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.

Κρέων τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.

Τειρεσίας γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα, φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα, οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ. αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει. ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.

Κρέων ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.

Τειρεσίας φεῦ. ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,

Κρέων τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;

Τειρεσίας ὅσῳ κράτιστον κτημάτων εὐβουλία;

Κρέων ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.

Τειρεσίας ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.

Κρέων οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.

Τειρεσίας καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.

Κρέων τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.

Τειρεσίας τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.

Κρέων ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;

Τειρεσίας οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.

Κρέων σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.

Τειρεσίας ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.

Κρέων κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.

Τειρεσίας οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.

Κρέων ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.

Τειρεσίας ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας, ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροι λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης ἀφῆκα θυμῷ καρδίας τοξεύματα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ. ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.

Χορός ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.

Κρέων ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.

Χορός εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.

Κρέων τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.

Χορός ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.

Κρέων καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;

Χορός ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.

Κρέων οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.

Χορός δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.

Κρέων ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες, οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον. ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη, αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι. δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.