Χορός εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών. οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί. ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ, οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις, κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς. τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων, οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. τό τʼ ἔπειτα καὶ τὸ μέλλον καὶ τὸ πρὶν ἐπαρκέσει νόμος ὅδʼ, οὐδὲν ἕρπει θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας. ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν τῷδʼ ἔμμεν ὅτῳ φρένας θεὸς ἄγει πρὸς ἄταν· πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτης λεχέων ὑπεραλγῶν;
Antigone
Sophocles · ed. Francis Storr