Antigone

Sophocles · ed. Francis Storr

Lines 806–943

Open in workspace
Contents of this edition

Ἀντιγόνη ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου, κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.

Χορός οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοις οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ θνητῶν Ἅιδην καταβήσει.

Ἀντιγόνη ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν, ὡς φάτις ἀνδρῶν, χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.

Χορός ἀλλὰ θεός τοι καὶ θεογεννής, ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. καίτοι φθιμένῃ μέγα κἀκοῦσαι τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν. ζῶσαν καὶ ἔπειτα θανοῦσαν.

Ἀντιγόνη οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ἰὼ Διρκαῖαι κρῆναι Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου· ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.

Χορός προβᾶσʼ ἐπʼ ἔσχατον θράσους ὑψηλὸν ἐς Δίκας βάθρον προσέπεσες, ὦ τέκνον, πολύ· πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.

Ἀντιγόνη ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ἰὼ ματρῷαι λέκτρων ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός, οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν· πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι. ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, θανὼν ἔτʼ οὖσαν κατήναρές με.

Χορός σέβειν μὲν εὐσέβειά τις, κράτος δʼ ὅτῳ κράτος μέλει παραβατὸν οὐδαμᾷ πέλει· σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.

Ἀντιγόνη ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα θέμις ὁρᾶν ταλαίνᾳ. τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει.

Κρέων ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν; οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ· ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην· μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.

Ἀντιγόνη ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις ἀείφρουρος, οἷ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων· ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα κἀκόσμησα κἀπιτυμβίους χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι. καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ. οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν, καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον, μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ. τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς. ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην. ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.

Χορός ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.

Κρέων τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.

Ἀντιγόνη οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω τοὔπος ἀφῖκται.

Χορός θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.

Ἀντιγόνη ὦ γῆς Θήβης ἄστυ πατρῷον καὶ θεοὶ προγενεῖς, ἄγομαι δὴ κοὐκέτι μέλλω. λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα.